Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.254 Joseph. AJ 1.258 (English) >>Joseph. AJ 1.262

1.256

Τελευτᾷ δὲ καὶ Ἅβραμος μετʼ ὀλίγον, ἀνὴρ πᾶσαν ἀρετὴν ἄκρος καὶ τῆς περὶ αὐτὸν σπουδῆς ἀξίως ὑπὸ τοῦ θεοῦ τετιμημένος. ἐβίωσε δὲ τὸν πάντα χρόνον ἐτῶν ἑβδομηκονταπέντε πρὸς τοῖς ἑκατὸν καὶ θάπτεται ἐν Νεβρῶνι μετὰ τῆς γυναικὸς Σάρρας ὑπὸ τῶν παίδων Ἰσάκου καὶ Ἰσμαήλου. 1.257

Ἰσάκῳ δὲ μετὰ τὴν Ἁβράμου τελευτὴν ἐκύει τὸ γύναιον, καὶ τῆς γαστρὸς ἐπὶ μεῖζον ὀγκουμένης ἀγωνιάσας ἀνήρετο τὸν θεόν. φράζει δʼ αὐτῷ διδύμους τέξεσθαι τὴν Ῥεβέκκαν καὶ φερώνυμα ἔσεσθαι τοῖς παισὶν ἔθνη, τοῦ δὲ μείζονος προτερήσειν τὸ δοκοῦν ἔλασσον εἶναι. 1.258τίκτεται δʼ αὐτῷ μετʼ ὀλίγον κατὰ πρόρρησιν τοῦ θεοῦ δίδυμα παιδία, ὧν τὸ μὲν πρεσβύτερον ἀπὸ κεφαλῆς ἐπὶ τοὺς πόδας περισσῶς ἦν δασύ, τὸ δὲ νεώτερον εἴχετο προϊόντος αὐτοῦ κατὰ πτέρναν. ἠγάπα δὲ μὲν πατὴρ τὸν πρεσβύτερον Ἠσαῦ λεγόμενον κατʼ ἐπωνυμίαν τῆς τριχώσεως· Ἑβραῖοι γὰρ τὸ ἤσαυρον τρίχωμα λέγουσιν· Ἰάκωβος δὲ νεώτερος τῇ μητρὶ προσφιλὴς ἦν. 1.259

Λιμοῦ δὲ τὴν γῆν καταλαβόντος Ἴσακος, δόξαν αὐτῷ χωρεῖν εἰς Αἴγυπτον τῆς χώρας ἀγαθῆς ὑπαρχούσης, ἐπὶ Γεράρων ἀπῄει τοῦ θεοῦ κελεύσαντος. ὑποδέχεται δʼ αὐτὸν βασιλεὺς Ἀβιμέλεχος κατὰ ξενίαν καὶ φιλίαν τὴν Ἁβράμου καὶ πολλῇ πάνυ πρὸς αὐτὸν εὐνοίᾳ χρησάμενος κατʼ ἀρχὰς ἐπὶ ταύτης ὑπὸ φθόνου μεῖναι πρὸς τὸ πᾶν ἐκωλύθη.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.254 Joseph. AJ 1.258 (English) >>Joseph. AJ 1.262

Powered by PhiloLogic